Ὁ Ἰησοῦς ἀποκαθαρίζει τόν Ναό, ἐκδιώκοντας τούς ἐμπόρους
Τῷ καιρῷ ἐκείνῳ, κατέβη ὁ Ἰησοῦς εἰς Καπερναοὺμ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Εἶπον οὖν οἱ Ἰουδαῖοι· τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.
Απόδοση στη νεοελληνική:
Τόν καιρό ἐκεῖνο, κατέβηκε ὁ Ἰησοῦς εἰς τὴν Καπερναοὺμ καὶ ἡ μητέρα του, οἱ ἀδελφοί του καὶ οἱ μαθηταί του καὶ ἔμειναν ἐκεῖ ὀλίγες ἡμέρες. Ἐπειδὴ ἐπλησίαζε τὸ Πάσχα τῶν Ἰουδαίων, ὁ Ἰησοῦς ἀνέβηκε εἰς τὰ Ἱεροσόλυμα. Καὶ εὑρῆκε εἰς τὸν ναὸν ἐκείνους ποὺ ἐπωλοῦσαν βόδια, πρόβατα καὶ περιστέρια καὶ τοὺς ἀργυραμοιβοὺς νὰ κάθωνται. Καὶ ἀφοῦ ἔκαμε ἕνα μαστίγιον ἀπὸ σχοινιά, ἔβγαλε ἔξω ἀπὸ τὸν ναὸν ὅλους καὶ τὰ πρόβατα καὶ τὰ βόδια, καὶ διεσκόρπισε τὰ νομίσματα τῶν ἀργυραμοιβῶν καὶ ἀνέτρεψε τὰ τραπέζια. Εἰς ἐκείνους ποὺ ἐπωλοῦσαν τὰ περιστέρια εἶπε, «Σηκῶστε αὐτὰ ἀπὸ ἐδῶ, μὴ κάνετε τὸν οἶκον τοῦ Πατέρα μου εἶκον ἐμπορίου». Οἱ μαθηταί του ἐθυμήθηκαν ὅτι εἶναι γραμμένον, «Ὁ ζῆλος διὰ τὸν οἶκον σου θὰ μὲ καταφάγῃ».
Οἱ Ἰουδαῖοι τότε τοῦ εἶπαν, «Τί σημεῖον μᾶς δείχνεις ὅτι ἔχεις δικαίωμα νὰ κάνῃς αὐτά;».
Ἀπεκρίθη εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Γκρεμίστε τὸν ναὸν αὐτὸν καὶ σὲ τρεῖς ἡμέρες θὰ τὸν ἀνοικοδομήσω».
Τότε τοῦ εἶπαν οἱ Ἰουδαῖοι, «Σαράντα ἕξη χρόνια χρειάσθηκαν γιὰ νὰ κτισθῇ ὁ ναὸς αὐτὸς καὶ σὺ θὰ τὸν ἀνοικοδομήσῃς σὲ τρεῖς ἡμέρες;».
Ἀλλ’ ὁ ναὸς διὰ τὸν ὁποῖον ἐκεῖνος μιλοῦσε ἦτο τὸ σῶμά του. Ὅταν ἀναστήθηκε ἐκ νεκρῶν, ἐθυμήθηκαν οἱ μαθηταί του ὅτι αὐτὸ τὸ εἶχε πῇ καὶ ἐπίστεψαν εἰς τὴν γραφὴν καὶ εἰς τὸν λόγον ποὺ εἶπε ὁ Ἰησοῦς.