Τῷ καιρῷ ἐκείνω, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
Συγκαλεσάμενος δὲ τοὺς μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν.
Εἶπε δὲ αὐτοῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
Ἀπόδοση στη νεοελληνική:
Τόν καιρό ἐκεῖνο, ἐστάθηκε ὁ Ἰησοῦς εἰς ἕνα τόπον πεδινὸν ὅπου ἦσαν πολλοὶ μαθηταί του καὶ πολὺς κόσμος ἀπὸ ὅλην τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν παραλίαν τῆς Τύρου καὶ Σιδῶνος, οἱ ὁποῖοι εἶχαν ἔλθει διὰ νὰ τὸν ἀκούσουν καὶ νὰ θεραπευθοῦν ἀπὸ τὶς ἀρρώστειες τους καὶ ὅσοι ἐνωχλοῦντο ἀπὸ πνεύματα ἀκάθαρτα, ἐθεραπεύοντο. Καὶ ὅλος ὁ κόσμος ἐζητοῦσε νὰ τὸν ἀγγίξῃ, διότι ἔβγαινε ἀπὸ αὐτὸν δύναμις καὶ τοὺς ἐθεράπευε ὅλους.
Κάλεσε δε τοὺς μαθητάς του, τοὺς ἔδωκε δύναμιν και ἐξουσίαν ἐπάνω εἰς ὅλα τὰ δαιμόνια και νὰ θεραπεύουν ἀσθένειες καί τους εἶπε: «Ὅποιος σᾶς ἀκούει, ἀκούει ἐμέ, καὶ ὅποιος σᾶς ἀπορρίπτει, ἀπορρίπτει ἐμέ. Ἐκεῖνος δὲ ποὺ ἀπορρίπτει ἐμέ, ἀπορρίπτει ἐκεῖνον ποὺ μὲ ἔστειλε».
Οἱ ἑβδομῆντα ἐπέστρεψαν μὲ χαρὰν καὶ εἶπαν, «Κύριε, ἀκόμη καὶ ταὰ διαμόνια μᾶς ὑποτάσσονται εἰς ταὸ ὄνομά σου».
Ἐκεῖνος δέ τοὺς εἶπε: «Ἔβλεπα τὸν Σατανᾶν νὰ πέφτῃ σὰν ἀστραπὴ ἀπὸ τὸν οὐρανόν. Σᾶς δίνω τὴν ἐξουσίαν νὰ πατᾶτε ἐπάνω σὲ φίδια καὶ σκορπιοὺς καὶ ἐπάνω σ’ ὅλην τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ τίποτε δὲν θὰ σᾶς βλάψῃ. Καὶ ὅμως, μὴ χαίρετε διὰ τὸ ὅτι σᾶς ὑποτάσσονται τὰ πνεύματα, ἀλλὰ νὰ χαίρετε, διότι τὰ ὀνόματά σας εἶναι γραμμένα εἰς τοὺς οὐρανούς».
Ἐκείνην τὴν ὥραν αἰσθάνθηκε ὁ Ἰησοῦς μέσα του ἀγαλλίασιν καὶ εἶπε, «Σὲ δοξάζω, Πατέρα, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, διότι ἔκρυψες αὐτὰ ἀπὸ σοφοὺς καὶ εὐφυεῖς καὶ τὰ ἐφανέρωσες σὲ νήπια. Ναί, Πατέρα, διότι αὐτὸ ἦτο τὸ θέλεημά σου. Ὅλα μοῦ ἔχουν παραδοθῆ ἀπὸ τὸν Πατέρα μου καὶ κανεὶς δὲν ξέρει ποιὸς εἶναι ὁ Υἱὸς παρὰ ὁ Πατέρας, καὶ ποιὸς εἶναι ὁ Πατέρας παρὰ ὁ Υἱὸς καὶ ἐκεῖνος, εἰς τὸν ὁποῖον θέλει ὁ Υἱὸς νὰ τὸν ἀποκαλύψη».