Κατά Ματθαίον (ιγ΄ 3 – 9)

Τῷ καιρῷ ἐκείνω, πολλὰ ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς, ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ρίζαν ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ὃ μὲν ἑκατόν, ὃ δὲ ἐξήκοντα, ὃ δὲ τριάκοντα.

Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Ἀπόδοση στη νεοελληνική:

Τόν καιρό ἐκεῖνο, ἐμίλησε ὁ Ἰησοῦς διὰ πολλὰ πράγματα σὲ παραβολές. Τοὺς ἔλεγε, «Ἐβγῆκε ὁ γεωργὸς γιὰ νὰ σπείρῃ. Καὶ ἐνῷ ἔσπερνε, μερικοὶ σπόροι ἔπεσαν κοντὰ εἰς τὸν δρόμο καὶ ὅταν ἦλθαν τὰ πουλιά, τοὺς κατέφαγαν. Ἄλλοι ἔπεσαν σὲ πετρῶδες ἔδαφος, ὅπου δὲν ὑπῆρχε πολὺ χῶμα, καὶ ἀμέσως ἐφύτρωσαν, διότι ἡ γῆ δὲν εἶχε βάθος. Ἀλλὰ ὅταν ἐβγῆκε ὁ ἥλιος, ἐκάησαν καὶ ἐπειδὴ δὲν εἶχαν ρίζαν, ἐξεράθηκαν. Ἄλλοι ἔπεσαν ἀνάμεσα σὲ ἀγκάθια καὶ ὅταν ἐμεγάλωσαν τὰ ἀγκάθια, τοὺς ἔπνιξαν τελείως. Ἄλλοι δὲ ἔπεσαν εἰς καλὸν ἔδαφος καὶ ἀπέδωκαν καρπούς, ἄλλος μὲν ἑκατὸ φορές, ἄλλος δὲ ἑξῆντα καὶ ἄλλος τριάντα.